Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.186 Joseph. AJ 15.191 (English) >>Joseph. AJ 15.196

15.189ἔλεγεν γὰρ τῷ Καίσαρι καὶ φιλίαν αὐτῷ γενέσθαι μεγίστην πρὸς Ἀντώνιον καὶ πάντα πρᾶξαι κατὰ τὴν αὐτοῦ δύναμιν, ὡς ἐπʼ ἐκείνῳ γενήσεται τὰ πράγματα, στρατείας μὲν οὐ κοινωνήσας κατὰ περιολκὰς τῶν Ἀράβων, πέμψας δὲ καὶ χρήματα καὶ σῖτον ἐκείνῳ. 15.190καὶ ταῦτʼ εἶναι μετριώτερα τῶν ἐπιβαλλόντων αὐτῷ γενέσθαι· τὸν γὰρ ὁμολογοῦντα μὲν εἶναι φίλον, εὐεργέτην δʼ ἐκεῖνον ἐπιστάμενον, παντὶ μέρει καὶ ψυχῆς καὶ σώματος καὶ περιουσίας συγκινδυνεύειν δέον ὧν αὐτὸς ἔλαττον καλῶς εἶχεν ἀναστραφεὶς ἀλλʼ ἐκεῖνό γε συνειδέναι καλῶς ἑαυτῷ πεποιηκότι τὸ μηδʼ ἡττηθέντα τὴν ἐν Ἀκτίῳ μάχην καταλιπεῖν, 15.191μηδὲ συμμεταβῆναι ταῖς ἐλπίσιν φανερῶς ἤδη μεταβαινούσης καὶ τῆς τύχης, φυλάξαι δʼ αὑτὸν, εἰ καὶ μὴ συναγωνιστὴν ἀξιόχρεων, ἀλλὰ σύμβουλόν γε δεξιώτατον Ἀντωνίῳ τὴν μίαν αἰτίαν τοῦ κἂν σώζεσθαι καὶ μὴ τῶν πραγμάτων ἐκπεσεῖν ὑποδεικνύντα, Κλεοπάτραν ἐπανελέσθαι· 15.192προανῃρημένης γὰρ ἐκείνης αὐτῷ τε τῶν πραγμάτων ἄρχειν ὑπεῖναι καὶ τὰς πρὸς σὲ συμβάσεις ῥᾷον εὑρίσκεσθαι τῆς ἔχθρας. ὧν οὐδὲν ἐκεῖνος ἐννοηθεὶς ἀλυσιτελῶς μὲν αὐτῷ, συμφερόντως δὲ σοὶ προετίμησεν τὴν ἀβουλίαν. 15.193νῦν οὖν εἰ μὲν τῇ πρὸς Ἀντώνιον ὀργῇ κρίνεις καὶ τὴν ἐμὴν προθυμίαν, οὐκ ἂν εἴη μοι τῶν πεπραγμένων ἄρνησις οὐδʼ ἀπαξιώσω τὴν ἐμαυτοῦ πρὸς ἐκεῖνον εὔνοιαν ἐκ τοῦ φανεροῦ λέγειν, εἰ δὲ τὸ πρόσωπον ἀνελών, τίς εἰμι πρὸς τοὺς εὐεργέτας καὶ ποῖος φίλος ἐξετάζοις, ἐνέσται σοι πείρᾳ τῶν ἤδη γεγενημένων ἡμᾶς εἰδέναι· τοῦ γὰρ ὀνόματος ὑπαλλαγέντος οὐδὲν ἔλαττον αὐτὸ τὸ τῆς φιλίας βέβαιον ἐν ἡμῖν εὐδοκιμεῖν δυνήσεται.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.186 Joseph. AJ 15.191 (English) >>Joseph. AJ 15.196

Powered by PhiloLogic